Παναγία Σουμελά |
Ἁγνὴ
Παρθένε Δέσποινα, Ἄχραντε Θεοτόκε, Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Παρθένε
Μήτηρ Ἄνασσα,
Πανένδροσέ τε πόκε, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Παναγία Σουμελά
|
Ὑψηλοτέρα
οὐρανῶν, ἀκτίνων
λαμπροτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Χαρὰ
Παρθενικῶν Χορῶν, Ἀγγέλων ὑπερτέρα,
Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Παναγία η Εκατονταπυλιανή, Πάρος
|
Ἐκλαμπροτέρα
οὐρανῶν, φωτὸς
καθαρωτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Τῶν οὐρανίων
στρατιῶν, πασῶν ἁγιωτέρα,
Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Παναγία Θαλασσινή - Άνδρος |
η Μεγαλόχαρη της Τήνου
|
Μαρία Ἀειπάρθενε,
Κόσμου παντὸς Κυρία, Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Ἄχραντε
Νύμφη πάναγνε, Δέσποινα Παναγία, Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Παναγία Αγιογαλούσαινα - Χίος |
Παναγία Βοήθεια - Χίος |
Παναγία Κανάλα - Κύθνος |
Παναγία Γλυκασμός των Αγγέλων |
Μαρία
Νύμφη Ἄνασσα,
χαρᾶς ἡμῶν αἰτία, Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Κόρη
σεμνὴ
Βασίλισσα, Μήτηρ ὑπεραγία, Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Παναγία Γαλακτοτροφούσα - Άγιον Όρος |
Παναγία Αγαπητική & Μισητική-Κύπρος |
Τιμιωτέρα
Χερουβείμ, ὑπερενδοξοτέρα, Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Τῶν ἀσωμάτων
Σεραφείμ, τῶν Θρόνων ὑπερτέρα,
Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Παναγία Μεγαλομάτα - Τήνος |
Παναγία Πελεκητή - Πίνδος |
Χαῖρε τὸ ᾆσμα
Χερουβείμ, χαῖρε ὕμνος Ἀγγέλων,
Χαῖρε Νύμφη
Ἀνύμφευτε.
Χαῖρε ᾠδὴ τῶν
Σεραφείμ, χαρὰ τῶν Ἀρχαγγέλων,
Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Παναγία Αργοκοιλιώτισσα - Νάξος |
Παναγία Φιδούσα – Κεφαλονιά |
Χαῖρε εἰρήνη καὶ χαρά,
λιμὴν τῆς
σωτηρίας, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθασίας,
Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Χαῖρε
Παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας,
Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Χαῖρε τὸ ξύλον
τῆς ζωῆς, Πηγὴ ἀθανασίας,
Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Παναγία Βασίλισσα - Μουζάκι Καρδίτσας |
Σὲ ἱκετεύω
Δέσποινα, Σὲ νῦν ἐπικαλοῦμαι, Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Σὲ δυσωπῶ
Παντάνασσα, Σὴν χάριν ἑξαιτοῦμαι, Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Κορὴ σεμνὴ καὶ ἄσπιλε,
Δέσποινα Παναγία, Χαῖρε Νύμφη Ἀνύμφευτε.
ἐπάκουσόν
μου ἄχραντε,
κόσμου παντὸς Κυρία, Χαῖρε
Νύμφη Ἀνύμφευτε.
Παναγία Πρέκλα – Σκιάθος |
Ἀντιλαβοῦ μου
ρύσαι με, ἀπὸ τοῦ
πολεμίου, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Καὶ
κληρονόμον δεῖξον με, ζωῆς τῆς αἰωνίου,
Χαῖρε Νύμφη
Ἀνύμφευτε.
Ὑπεραγία
Θεοτόκε σῶσον ἡμᾶς.
Παναγία Μαλεβή - Αρκαδία |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου