Χριστός Ανέστη!!!
Χριστός Ανέστη εκ νεκρών,
θανάτω θάνατον πατήσας
και τοις εν τοις μνήμασιν,
ζωήν χαρισάμενος.
Ανάστασιν Χριστού θεασάμενοι,
προσκυνήσομεν Άγιον, Κύριον, Ιησούν τον μόνον αναμάρτητον. Τον Σταυρόν Σου
Χριστέ προσκυνούμεν και την Αγίαν σου Ανάστασιν υμνούμεν και δοξάζωμεν. Συ γαρ ει ο
Θεός ημών, εκτός Σου άλλον ουκ οίδαμεν, το όνομά Σου ονομάζομεν. Δεύτε, πάντες
οι πιστοί, προσκυνήσωμεν την του Χριστού Αγίαν Ανάστασιν. Ιδού γαρ ήλθε δια
του Σταυρού χαρά εν όλω τω κόσμω. Δια παντός ευλογούντες τον Κύριον, υμνούμεν
την Ανάστασιν
Αυτού. Σταυρόν γαρ υπομείνας δι' ημάς, θανάτω, θάνατον ώλεσεν.
Αναστάς ο Ιησούς από του τάφου καθώς
προείπεν, Έδωκεν ημίν την αιώνιον ζωήν και το μέγα έλεος.
Δομήνικος
Θεοτοκόπουλος, Ανάσταση
|
ΙΩΑΝΝΗΣ
Ο ΧΡΥΣΟΣΤΟΜΟΣ
242.
– Κατηχητικὸς εἰς
τὸ
ἅγιον Πάσχα
[59.721] Εἴ τις εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως· εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ· εἴ τις ἔκαμε νηστεύων, ἀπολαβέτω νῦν τὸ δηνάριον. εἴ τις ἀπὸ πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα· εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαριστῶν ἑορτάσῃ· εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται· εἴ τις ὑστέρησεν εἰς τὴν ἐνάτην, προσελθέτω μηδὲν ἐνδοιάζων· εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδυτῆτα. φιλότιμος γὰρ ὢν ὁ δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεκάτης, [59.722] ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης· καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει· κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται. καὶ τὰ ἔργα δέχεται, καὶ τὴν γνώμην ἀσπάζεται. καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ. οὐκοῦν εἰσέλθητε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν. καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολάβετε, πλούσιοι καὶ πένητες μετ᾽ ἀλλήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥᾴθυμοι τὴν ἡμέραν τιμήσατε, νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον. ἡ τράπεζα γέμει, τρυφήσατε πάντες· ὁ μόσχος πολύς, μηδεὶς ἐξέλθοι πεινῶν. πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία. μηδεὶς ὀδυρέσθω τὰ πταίσματα· [59.723] συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε· μηδεὶς φοβείσθω τὸν θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος· ἔσβεσεν αὐτόν, ὑπ᾽ αὐτοῦ κατεχόμενος· ἐκόλασε τὸν ᾅδην κατελθὼν εἰς τὸν ᾅδην. ἐπίκρανεν αὐτὸν γευσάμενον τῆς σαρκὸς αὐτοῦ. καὶ τοῦτο προλαβὼν Ἡσαΐας ἐβόησεν· ὁ ᾅδης, φησίν, ἐπικράνθη. συναντήσας σοι κάτω ἐπικράνθη· καὶ γὰρ κατηργήθη· ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη. ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν· ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ· ἔλαβεν ὅπερ ἔβλεπε,
[59.724] καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε. ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; ἀνέστη Χριστός, καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστός, καὶ πεπτώκασι δαίμονες· ἀνέστη Χριστός, καὶ χαίρουσιν ἄγγελοι· ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χριστὸς
γὰρ ἐγερθεὶς
ἐκ νεκρῶν,
ἀπαρχὴ
τῶν κεκοιμημένων ἐγένετο.
αὐτῷ
ἡ δόξα καὶ
τὸ κράτος εἰς
τοὺς αἰῶνας
τῶν αἰώνων·
ἀμήν.
MIGNE, Patrologia Graeca 59, 721-724
Νικηφόρος Λύτρας, το κόκκινο αυγό |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου